Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.96.1 | Hdt. 8.97.2 (English) | >>Hdt. 8.99.2 |
8.97.1
Ξέρξης δὲ ὡς ἔμαθε τὸ γεγονὸς πάθος , δείσας μή τις τῶν Ἰώνων ὑποθῆται τοῖσι Ἕλλησι ἢ αὐτοὶ νοήσωσι πλέειν ἐς τὸν Ἑλλήσποντον λύσοντες τὰς γεφύρας , καὶ ἀπολαμφθεὶς ἐν τῇ Εὐρώπῃ κινδυνεύσῃ ἀπολέσθαι , δρησμὸν ἐβούλευε . θέλων δὲ μὴ ἐπίδηλος εἶναι μήτε τοῖσι Ἕλλησι μήτε τοῖσι ἑωυτοῦ , ἐς τὴν Σαλαμῖνα χῶμα ἐπειρᾶτο διαχοῦν , γαύλους τε Φοινικηίους συνέδεε , ἵνα ἀντί τε σχεδίης ἔωσι καὶ τείχεος , ἀρτέετό τε ἐς πόλεμον ὡς ναυμαχίην ἄλλην ποιησόμενος .
8.97.2 ὁρῶντες δέ μιν πάντες οἱ ἄλλοι ταῦτα πρήσσοντα εὖ ἠπιστέατο ὡς ἐκ παντὸς νόου παρεσκεύασται μένων πολεμήσειν · Μαρδόνιον δʼ οὐδὲν τούτων ἐλάνθανε ὡς μάλιστα ἔμπειρον ἐόντα τῆς ἐκείνου διανοίης .
ch. 98
8.98.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.96.1 | Hdt. 8.97.2 (English) | >>Hdt. 8.99.2 |